Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.366 Joseph. AJ 18.371 (English) >>Joseph. AJ 18.375

18.369καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐδὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο· οἱ δὲ καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον. 18.370οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ἱδρυμένος Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθʼ ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν. 18.371

Βαβυλώνιοι δὲ ἀπαλλαγέντες τῆς Ἀνιλαίου βαρύτητος, ἐπιστόμισμα γὰρ ἦν αὐτῶν μίσει τῷ πρὸς τοὺς Ἰουδαίους, ἀεὶ γὰρ ὡς ἐπὶ πολὺ διάφοροι καθεστήκεσαν αἰτίᾳ τῆς ἐναντιώσεως τῶν νόμων καὶ ὁποτέροις παραγένοιτο θαρρεῖν πρότεροι ἀλλήλων ἥπτοντο εἰ μὴ καὶ τότε οὖν ἀπολωλότων τῶν περὶ τὸν Ἀνιλαῖον ἐπετίθεντο τοῖς Ἰουδαίοις οἱ Βαβυλώνιοι. 18.372οἱ δʼ ἐν δεινῷ τιθέμενοι τὴν ὕβριν τὴν ἐκ τῶν Βαβυλωνίων καὶ μήτε ἀντιτάξασθαι μάχῃ δυνάμενοι μήτε ἀνεκτὸν ἡγούμενοι τὴν συνοικίαν ᾤχοντο εἰς Σελεύκειαν τῶν ἐκείνῃ πόλιν ἀξιολογωτάτην Σελεύκου κτίσαντος αὐτὴν τοῦ Νικάτορος. οἰκοῦσιν δʼ αὐτὴν πολλοὶ μὲν Μακεδόνων, πλεῖστοι δὲ Ἕλληνες, ἔστιν δὲ καὶ Σύρων οὐκ ὀλίγον τὸ ἐμπολιτευόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.366 Joseph. AJ 18.371 (English) >>Joseph. AJ 18.375

Powered by PhiloLogic